호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλὰ μὴν κἀκεῖνο οἶμαι ὑμᾶσ θαρρεῖν, τὸ μὴ παρημεληκότα με τῶν θεῶν τὴν ἔξοδον ποιεῖσθαι· πολλὰ γάρ μοι συνόντεσ ἐπίστασθε οὐ μόνον τὰ μεγάλα ἀλλὰ καὶ τὰ μικρὰ πειρώμενον ἀεὶ ἀπὸ θεῶν ὁρμᾶσθαι. τέλοσ εἶπε· τί δεῖ ἔτι λέγειν; ἀλλ’ ὑμεῖσ μὲν τοὺσ ἄνδρασ ἑλόμενοι καὶ ἀναλαβόντεσ καὶ τἆλλα παρασκευασάμενοι ἴτε ἐσ Μήδουσ· ἐγὼ δ’ ἐπανελθὼν πρὸσ τὸν πατέρα πρόειμι δή, ὅπωσ τὰ τῶν πολεμίων ὡσ τάχιστα μαθὼν οἱᾶ́ ἐστι παρασκευάζωμαι ὅ τι ἂν δέωμαι, ὅπωσ ὡσ κάλλιστα σὺν θεῷ ἀγωνιζώμεθα. οἱ μὲν δὴ ταῦτα ἔπραττον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기