호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰ δέ τινεσ ταῦτα ἐκπονήσαντεσ πρίν τινα καρπὸν ἀπ’ αὐτῶν κομίσασθαι περιεῖδον αὑτοὺσ γήρᾳ ἀδυνάτουσ γενομένουσ, ὅμοιον ἔμοιγε δοκοῦσι πεπονθέναι οἱο͂ν εἴ τισ γεωργὸσ ἀγαθὸσ προθυμηθεὶσ γενέσθαι καὶ εὖ σπείρων καὶ εὖ φυτεύων, ὁπότε καρποῦσθαι ταῦτα δέοι, ἐῴη τὸν καρπὸν ἀσυγκόμιστον εἰσ τὴν γῆν πάλιν καταρρεῖν. καὶ εἴ τίσ γε ἀσκητὴσ πολλὰ πονήσασ καὶ ἀξιόνικοσ γενόμενοσ ἀναγώνιστοσ διατελέσειεν, οὐδ’ ἂν οὗτόσ μοι δοκεῖ δικαίωσ ἀναίτιοσ εἶναι ἀφροσύνησ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기