호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ ὁ Κῦρος εἶπε: τίς οὖν ἂν ἡμῖν Ἀστυάγει μνησθείη· τίς γὰρ ἄν, ἔφασαν, σοῦ γε ἱκανώτερος πεῖσαι· ἀλλὰ μὰ τὸν Δία, ἔφη, ἐγὼ μὲν οὐκ οἶδ ὅστις ἄνθρωπος γεγένημαι: οὐδὲ γὰρ οἱό῀ς τ εἰμὶ λέγειν ἔγωγε οὐδ ἀναβλέπειν πρὸς τὸν πάππον ἐκ τοῦ ἴσου ἔτι δύναμαι. ἢν δὲ τοσοῦτον ἐπιδιδῶ, δέδοικα, ἔφη, μὴ παντάπασι βλάξ τις καὶ ἠλίθιος γένωμαι: παιδάριον δ ὢν δεινότατος λαλεῖν ἐδόκουν εἶναι. καὶ οἱ παῖδες εἶπον: πονηρὸν λέγεις τὸ πρᾶγμα, εἰ μηδ ὑπὲρ ἡμῶν ἄν τι δέῃ δυνήσῃ πράττειν, ἀλλ ἄλλου τινὸς τὸ ἐπὶ σὲ ἀνάγκη ἔσται δεῖσθαι ἡμᾶς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기