- 텍스트

Xenophon, Cyropaedia, Κύρου Παιδείας Α?, chapter 4 15:

(크세노폰, Cyropaedia, Κύρου Παιδείας Α, chapter 4 15:)

καὶ ὁ Κῦρος λαβὼν ἐδίδου τε ἄρας τοῖς παισὶ καὶ ἅμα ἔλεγεν: καὶ ῥᾳδίως γ ἄν, ἔφασαν, εἰ Ἀστυάγης κελεύοι. ὦ παῖδες, ὡς ἄρα ἐφλυαροῦμεν ὅτε τὰ ἐν τῷ παραδείσῳ θηρία ἐθηρῶμεν: ὅμοιον ἔμοιγε δοκεῖ εἶναι οἱό῀νπερ εἴ τις δεδεμένα ζῷα θηρῴη. πρῶτον μὲν γὰρ ἐν μικρῷ χωρίῳ ἦν, ἔπειτα λεπτὰ καὶ ψωραλέα, καὶ τὸ μὲν αὐτῶν χωλὸν ἦν, τὸ δὲ κολοβόν: τὰ δ ἐν τοῖς ὄρεσι καὶ λειμῶσι θηρία ὡς μὲν καλά, ὡς δὲ μεγάλα, ὡς δὲ λιπαρὰ ἐφαίνετο. καὶ αἱ μὲν ἔλαφοι ὥσπερ πτηναὶ ἥλλοντο πρὸς τὸν οὐρανόν, οἱ δὲ κάπροι ὥσπερ τοὺς ἄνδρας φασὶ τοὺς ἀνδρείους ὁμόσε ἐφέροντο: ὑπὸ δὲ τῆς πλατύτητος οὐδὲ ἁμαρτεῖν οἱό῀ν τ ἦν αὐτῶν: καλλίω δή, ἔφη, ἔμοιγε δοκεῖ καὶ τεθνηκότα εἶναι ταῦτα ἢ ζῶντα ἐκεῖνα τὰ περιῳκοδομημένα. ἀλλ ἆρα ἄν, ἔφη, ἀφεῖεν καὶ ὑμᾶς οἱ πατέρες ἐπὶ θήραν·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION