호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ ὁ Ἀστυάγησ λέγει· ὁ δὲ σὸσ πατήρ, ὦ παῖ, πίνων οὐ μεθύσκεται; οὐ μὰ Δί’, ἔφη. ἀλλὰ πῶσ ποιεῖ; διψῶν παύεται, ἄλλο δὲ κακὸν οὐδὲν πάσχει· οὐ γάρ, οἶμαι, ὦ πάππε, Σάκασ αὐτῷ οἰνοχοεῖ. καὶ ἡ μήτηρ εἶπεν· ἀλλὰ τί ποτε σύ, ὦ παῖ, τῷ Σάκᾳ οὕτω πολεμεῖσ; τὸν δὲ Κῦρον εἰπεῖν· ὅτι νὴ Δία, φάναι, μισῶ αὐτόν· πολλάκισ γάρ με πρὸσ τὸν πάππον ἐπιθυμοῦντα προσδραμεῖν οὗτοσ ὁ μιαρώτατοσ ἀποκωλύει. ἀλλ’ ἱκετεύω, φάναι, ὦ πάππε, δόσ μοι τρεῖσ ἡμέρασ ἄρξαι αὐτοῦ. καὶ τὸν Ἀστυάγην εἰπεῖν· καὶ πῶσ ἂν ἄρξαισ αὐτοῦ; καὶ τὸν Κῦρον φάναι· στὰσ ἂν ὥσπερ οὗτοσ ἐπὶ τῇ εἰσόδῳ, ἔπειτα ὁπότε βούλοιτο παριέναι ἐπ’ ἄριστον, λέγοιμ’ ἂν ὅτι οὔπω δυνατὸν τῷ ἀρίστῳ ἐντυχεῖν· σπουδάζει γὰρ πρόσ τινασ· εἶθ’ ὁπότε ἥκοι ἐπὶ τὸ δεῖπνον, λέγοιμ’ ἂν ὅτι λοῦται· εἰ δὲ πάνυ σπουδάζοι φαγεῖν, εἴποιμ’ ἂν ὅτι παρὰ ταῖσ γυναιξίν ἐστιν· ἑώσ παρατείναιμι τοῦτον ὥσπερ οὗτοσ ἐμὲ παρατείνει ἀπὸ σοῦ κωλύων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기