호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐνταῦθα δὴ τὸν Κῦρον λαβόντα τῶν κρεῶν διαδιδόναι τοῖς ἀμφὶ τὸν πάππον θεραπευταῖς, ἐπιλέγοντα ἑκάστῳ: σοὶ μὲν τοῦτο ὅτι προθύμως με ἱππεύειν διδάσκεις, σοὶ δ ὅτι μοι παλτὸν ἔδωκας: νῦν γὰρ τοῦτ ἔχω: σοὶ δ ὅτι τὸν πάππον καλῶς θεραπεύεις, σοὶ δ ὅτι μου τὴν μητέρα τιμᾷς: τοιαῦτα ἐποίει, ἑώς διεδίδου πάντα ἃ ἔλαβε κρέα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기