호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἴβυκε, ληισταί σε κατέκτανον ἔκ ποτε νηὸς:? βάντ ἐς ἐρημαίην ἄστιβον ἠιόνα, ἀλλ ἐπιβωσάμενον γεράνων νέφος, αἵ τοι ἵκοντο μάρτυρες ἄλγιστον ὀλλυμένῳ θάνατον οὐδὲ μάτην ἰάχησας, ἐπεὶ ποινῆτις Ἐρινὺς τῶνδε διὰ κλαγγὴν τίσατο σεῖο φόνον Σισυφίην κατὰ γαῖαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기