호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἆ δείλ’ Ἀντίκλεισ, δειλὴ δ’ ἐγὼ ἡ τὸν ἐν ἥβησ ἀκμῇ καὶ μοῦνον παῖδα πυρωσαμένη, ὀκτωκαιδεκέτησ ὃσ ἀπώλεο, τέκνον ἐγὼ δ’ ὀρφάνιον κλαίω γῆρασ ὀδυρομένη. βαίην εἰσ Αἴ̈δοσ σκιερὸν δόμον οὔτε μοι ἠὼσ ἡδεῖ’ οὔτ’ ἀκτὶσ ὠκέοσ ἠελίου. ἆ δείλ’ Ἀντίκλεισ, μεμορημένε, πένθεοσ εἰήσ ἰητήρ, ζωῆσ ἔκ με κομισσάμενοσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기