호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
αὐτὰ ἐπὶ Κρήθωνος ἐγὼ λίθος, οὔνομα κείνου δηλοῦσα:? Κρήθων δ ἐν χθονίοις σποδιά. ὁ πρὶν καὶ Γύγῃ παρισεύμενος ὄλβον, ὁ τὸ πρὶν βουπάμων, ὁ πρὶν πλούσιος αἰπολίοις, ὁ πρὶν - τί πλείω μυθεῦμαι· ὁ πᾶσι μακαρτός, φεῦ, γαίης ὅσσης ὅσσον ἔχει μόριον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기