호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
δειλαία Μνάσυλλα, τί τοι καὶ ἐπ ἠρίῳ οὗτος μυρομένᾳ κούραν γραπτὸς ἔπεστι τύπος Νευτίμας·? ἇς δὴ ποκ ἀπὸ ψυχὰν ἐρύσαντο ὠδῖνες, κεῖται δ οἱᾶ κατὰ βλεφάρων ἀχλύι πλημμύρουσα φίλας ὑπὸ ματρὸς ἀγοστῷ: αἰαῖ Ἀριστοτέλης δ οὐκ ἀπάνευθε πατὴρ δεξιτερᾷ κεφαλὰν ἐπεμάσσετο. ὦ μέγα δειλοί, οὐδὲ θανόντες ἑῶν ἐξελάθεσθ ἀχέων:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기