호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐσχατιαὶ Λιβύων Νασαμωνίδες, οὐκέτι θηρῶν ἔθνεσιν ἠπείρου νῶτα βαρυνόμεναι, ἠχοῖ ἐρημαίαισιν ἐπηπύσεσθε λεόντων ὠρυγαῖς ψαμάθους ἄχρις ὑπὲρ Νομάδων, φῦλον ἐπεὶ νήριθμον ἐν ἰχνοπέδαισιν ἀγρευθὲν ἐς μίαν αἰχμηταῖς Καῖσαρ ἔθηκεν ὁ παῖς:? αἱ δὲ πρὶν ἀγραύλων ἐγκοιτάδες ἀκρώρειαι θηρῶν, νῦν ἀνδρῶν εἰσὶ βοηλασίαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기