호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐχ ὁσίοις λεχέεσσιν ἐτέρπετο λάθριος ἀνήρ, λέκτρον ὑποκλέπτων ἀλλοτρίης ἀλόχου:? ἐξαπίνης δὲ δόμων ὀροφὴ πέσε, τοὺς δὲ κακούργους ἔσκεπεν, ἀλλήλοις εἰσέτι μισγομένους. ξυνὴ δ ἀμφοτέρους κατέχει παγίς: εἰν ἑνὶ δ ἄμφω κεῖνται, συζυγίης οὐκέτι παυόμενοι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기