호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἑπτά με δὶς λυκάβαντας ἔχουσαν ἀφήρπασε δαίμων, ἣν μούνην Διδύμῳ πατρὶ Θάλεια τέκεν.? ἆ Μοῖραι, τί τοσοῦτον ἀπηνέες, οὐδ ἐπὶ παστοὺς ἠγάγετ οὐδ ἐρατῆς ἔργα τεκνοσπορίης· οἱ μὲν γὰρ γονέες με γαμήλιον εἰς Ὑμέναιον μέλλον ἄγειν στυγεροῦ δ εἰς Ἀχέροντος ἔβην. ἀλλὰ θεοί, λίτομαι, μητρός γε γόους πατέρος τε παύσατε, τηκομένων εἵνεκ ἐμεῦ φθιμένης.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기