호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Λητόιος καὶ Παῦλος ἀδελφεὼ ἄμφω ἐόντε ξυνὴν μὲν βιότου συζυγίην ἐχέτην, ξυνὰ δὲ καὶ Μοίρης λαχέτην λίνα, καὶ παρὰ θῖνα Βοσπορίην ξυνὴν ἀμφεβάλοντο κόνιν.? οὐδὲ γὰρ ἀλλήλοιν ζώειν ἀπάνευθε δυνάσθην, ἀλλὰ συνετρεχέτην καὶ παρὰ Φερσεφόνην. χαίρετον ὦ γλυκερὼ καὶ ὁμόφρονε: σήματι δ ὑμέων ὤφελεν ἱδρῦσθαι βωμὸς Ὁμοφροσύνης.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기