호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Πάρμις ὁ Καλλιγνώτου ἐπακταῖος καλαμευτής, ἄκρος καὶ κίχλης καὶ σκάρου ἰχθυβολεύς, καὶ λάβρου πέρκης δελεάρπαγος, ὅσσα τε κοίλας σήραγγας πέτρας τ ἐμβυθίους νέμεται, ἄγρης ἐκ πρώτης ποτ ἰουλίδα πετρήεσσαν δακνάζων, ὀλοὴν ἐξ ἁλὸς ἀράμενος, ἔφθιτ ὀλισθηρὴ γὰρ ὑπ ἐκ χερὸς ἀίξασα ᾤχετ ἐπὶ στεινὸν παλλομένη φάρυγα.??
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기