- 텍스트

Unknown, Greek Anthology, Volume II, book 7, chapter 498

(작자 미상, Greek Anthology, Volume II, book 7, chapter 498)

Δᾶμις ὁ Νυσαιεὺς ἐλαχὺ σκάφος ἔκ ποτε πόντου Ιὀνίου ποτὶ γᾶν ναυστολέων Πέλοπος, φορτίδα μὲν καὶ πάντα νεὼς ἐπιβήτορα λαόν, κύματι καὶ συρμῷ πλαζομένους ἀνέμων, ἀσκηθεῖς ἐσάωσε:? καθιεμένης δ ἐπὶ πέτραις ἀγκύρης, ψυχρῶν κάτθανεν ἐκ νιφάδων ἠμύσας ὁ πρέσβυς. ἴδ ὡς λιμένα γλυκὺν ἄλλοις δούς, ξένε, τὸν Λήθης αὐτὸς ἔδυ λιμένα.?

상위

Greek Anthology, Volume II

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION