호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐ νούσῳ Ῥοδόπα τε καὶ ἁ γενέτειρα Βοϊ´σκα οὐδ ὑπὸ δυσμενέων δούρατι κεκλίμεθα ἀλλ αὐταί, πάτρας ὁπότ ἔφλεγεν ἄστυ Κορίνθου γοργὸς Ἄρης, ἀίδαν ἄλκιμον εἱλόμεθα.? ἔκτανε γὰρ μάτηρ με διασφακτῆρι σιδάρῳ, οὐδ ἰδίου φειδὼ δύσμορος ἔσχε βίου, ἇψε δ ἐναυχενίῳ δειρὰν βρόχῳ: ἦς γὰρ ἀμείνων δουλοσύνας ἁμῖν πότμος ἐλευθέριος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기