- 텍스트

Unknown, Greek Anthology, Volume II, book 7, chapter 472

(작자 미상, Greek Anthology, Volume II, book 7, chapter 472)

μυρίος ἦν, ἄνθρωπε, χρόνος προτοῦ, ἄχρι πρὸς ἠῶ ἦλθες, χὠ λοιπὸς μυρίος εἰς ἀίδην.? τίς μοῖρα ζωῆς ὑπολείπεται, ἢ ὅσον ὅσσον στιγμὴ καὶ στιγμῆς εἴ τι χαμηλότερον· μικρή σευ ζωὴ τεθλιμμένη: οὐδὲ γὰρ αὐτὴ ἡδεῖ, ἀλλ ἐχθροῦ στυγνοτέρη θανάτου. ἐκ τοίης ὥνθρωποι ἀπηκριβωμένοι ὀστῶν ἁρμονίης, ὕψιστ ἠέρα καὶ νεφέλας: ὦνερ, ἴδ ὡς ἀχρεῖον, ἐπεὶ περὶ νήματος ἄκρον εὐλὴ ἀκέρκιστον λῶπος ἐφεζομένη: οἱο῀ν τὸ ψαλα, θρῖον ἀπεψιλωμένον οἱο῀ν, πόλλον ἀραχναίου στυγνότερον σκελετοῦ.

ἠοῦν ἐξ ἠοῦς ὅσσον σθένος, ὦνερ, ἐρευνῶν εἰής ἐν λιτῇ κεκλιμένος βιοτῇ: αἰὲν τοῦτο νόῳ μεμνημένος ἄχρις ὁμιλῇς ζωοῖς, ἐξ οἱής ἡρμόνισαι καλάμης.?

상위

Greek Anthology, Volume II

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION