호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἰκτρότατον μάτηρ σε, Χαρίξενε, δῶρον ἐς ᾅδαν, ὀκτωκαιδεκέταν ἐστόλισεν χλαμύδι.? ἦ γὰρ δὴ καὶ πέτρος ἀνέστενεν, ἁνίκ ἀπ οἴκων ἅλικες οἰμωγᾷ σὸν νέκυν ἠχθοφόρευν. πένθος δ, οὐχ ὑμέναιον ἀνωρύοντο γονῆες: αἰαῖ, τὰς μαστῶν ψευδομένας χάριτας, καὶ κενεὰς ὠδῖνας: ἰὼ κακοπάρθενε Μοῖρα, στεῖρα γονᾶς στοργὰν ἔπτυσας εἰς ἀνέμους. πενθεῖν, οἷς δ ἀγνώς, πευθομένοις ἐλεεῖν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기