호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἁ κόνις ἀρτίσκαπτος, ἐπὶ στάλας δὲ μετώπων σείονται φύλλων ἡμιθαλεῖς στέφανοι γράμμα διακρίναντες, ὁδοιπόρε, πέτρον ἴδωμεν, λευρὰ περιστέλλειν ὀστέα φατὶ τίνος.? - ξεῖν, Ἀρετημιάς εἰμι: πάτρα Κνίδος: Εὔφρονος ἦλθον εἰς λέχος: ὠδίνων οὐκ ἄμορος γενόμαν δισσὰ δ ὁμοῦ τίκτουσα, τὸ μὲν λίπον ἀνδρὶ ποδηγὸν γήρως: ὃν δ ἀπάγω μναμόσυνον πόσιος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기