호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀμπελὶς ἡ φιλάκρητος ἐπὶ σκήπωνος ὁδηγοῦ ἤδη τὸ σφαλερὸν γῆρας ἐρειδομένη, λαθριδίη Βάκχοιο νεοθλιβὲς ἦρ ἀπὸ ληνοῦ πῶμα Κυκλωπείην πλησομένη κύλικα:? πρὶν δ ἀρύσαι μογερὰν ἔκαμεν χέρα: γραῦς δὲ παλαιή, ναῦς ἅθ ὑποβρύχιος ζωρὸν ἔδυ πέλαγος. Εὐτέρπη δ ἐπὶ τύμβῳ ἀποφθιμένης θέτο σῆμα λάινον, οἰνηρῶν γείτονα θειλοπέδων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기