- 텍스트

Unknown, Greek Anthology, Volume II, book 7, chapter 440

(작자 미상, Greek Anthology, Volume II, book 7, chapter 440)

ἠρίον, οἱο῀ν νυκτὶ καταφθιμένοιο καλύπτεις ὀστέον, οἱήν, γαῖ, ἀμφέχανες κεφαλήν, πολλὸν μὲν ξανθαῖσιν ἀρεσκομένου Χαρίτεσσι, πολλοῦ δ ἐν μνήμῃ πᾶσιν Ἀριστοκράτης.? ᾔδει Ἀριστοκράτης καὶ μείλιχα δημολογῆσαι, [ στρεβλὴν οὐκ ὀφρὺν ἐσθλὸς ἐφελκόμενος: ᾔδει καὶ Βάκχοιο παρὰ κρητῆρος ἄδηριν] ἰθῦναι κείνην εὐκύλικα λαλιὴν ᾔδει καὶ ξείνοισι καὶ ἐνδήμοισι προσηνέα ἔρδειν. γαῖ ἐρατή, τοῖον ἔχεις φθίμενον.?

상위

Greek Anthology, Volume II

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION