호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἵδε τριηκόσιοι, Σπάρτα πατρί, τοῖς συναρίθμοις Ἰναχίδαις Θυρέαν ἀμφὶ μαχεσσάμενοι, αὐχένας οὐ στρέψαντες, ὅπᾳ ποδὸς ἴχνια πρᾶτον ἁρμόσαμεν, ταύτᾳ καὶ λίπομεν βιοτάν.? ἄρσενι δ Ὀθρυάδαο φόνῳ κεκαλυμμένον ὅπλον καρύσσει: "Θυρέα, Ζεῦ, Λακεδαιμονίων. αἰ δέ τις Ἀργείων ἔφυγεν μόρον, ἦς ἀπ Ἀδράστου: Σπάρτᾳ δ οὐ τὸ θανεῖν, ἀλλὰ φυγεῖν θάνατος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기