호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
δίζημαι κατὰ θυμὸν ὅτου χάριν ἁ παροδῖτις δισσάκι φῖ μοῦνον γράμμα λέλογχε πέτρος, λαοτύποις σμίλαις κεκολαμμένον.? ἆρα γυναικὶ τᾷ χθονὶ κευθομένᾳ Χιλιὰς ἦν ὄνομα· τοῦτο γὰρ ἀγγέλλει κορυφούμενος εἰς ἓν ἀριθμός. ἢ τὸ μὲν εἰς ὀρθὰν ἀτραπὸν οὐκ ἔμολεν, ἁ δ οἰκτρὸν ναίουσα τόδ ἠρίον ἔπλετο Φιδίς· νῦν Σφιγγὸς γρίφους Οἰδίπος ἐφρασάμην. φέγγος μὲν ξυνετοῖς, ἀξυνέτοις δ ἔρεβος τίς τὰ νεοσκύλευτα ποτὶ δρυϊ` τᾷδε καθᾶψεν ἔντεα·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기