- 텍스트

Unknown, Greek Anthology, Volume II, book 7, chapter 427

(작자 미상, Greek Anthology, Volume II, book 7, chapter 427)

ἁ στάλα, φέρ ἴδω, τίν ἔχει νέκυν.? ἀλλὰ δέδορκα γράμμα μὲν οὐδέν πω τμαθὲν ὕπερθε λίθου, ἐννέα δ ἀστραγάλους πεπτηότας: ὧν πίσυρες μὲν πρᾶτοι Ἀλεξάνδρου μαρτυρέουσι βόλον, οἱ δὲ τὸ τᾶς νεότατος ἐφήλικος ἄνθος, ἔφηβον, εἷς δ ὅ γε μανύει Χῖον ἀφαυρότερον. ἦ ῥα τόδ ἀγγέλλοντι, Καὶ ὁ σκάπτροισι μεγαυχὴς χὠ θάλλων ἥβᾳ τέρμα τὸ μηδὲν ἔχει· ἢ τὸ μὲν οὔ: δοκέω δὲ ποτὶ σκοπὸν ἰθὺν ἐλάσσειν ἰόν, Κρηταιεὺς ὥς τις ὀιστοβόλος. ἦς ὁ θανὼν Χῖος μέν, Ἀλεξάνδρου δὲ λελογχὼς οὔνομ, ἐφηβαίῃ δ ὤλετ ἐν ἁλικίᾳ.

ὡς εὖ τὸν φθίμενον νέον ἄκριτα καὶ τὸ κυβευθὲν πνεῦμα δι ἀφθέγκτων εἶπέ τις ἀστραγάλων.?

상위

Greek Anthology, Volume II

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION