- 텍스트

Unknown, Greek Anthology, Volume II, book 7, chapter 421

(작자 미상, Greek Anthology, Volume II, book 7, chapter 421)

αἰνιγματῶδες πτανέ, τί σοι σιβύνης, τί δὲ καὶ συὸς εὐάδε δέρμα·? καὶ τίς ἐὼν στάλας σύμβολον ἐσσὶ τίνος· οὐ Ἔρωτ ἐνέπω σε - τί γάρ· νεκύεσσι πάροικος ἵμερος· αἰάζειν ὁ θρασὺς οὐκ ἔμαθεν - οὐδὲ μὲν οὐδ αὐτὸν ταχύπουν Κρόνον: ἔμπαλι γὰρ δὴ κεῖνος μὲν τριγέρων, σοὶ δὲ τέθηλε μέλη. ἀλλ ἄρα, ναὶ δοκέω γάρ, ὁ γᾶς ὑπένερθε σοφιστὰς ἐστί: σὺ δ ὁ πτερόεις, τοὔνομα τοῦδε, λόγος. Λατῴας δ ἄμφηκες ἔχεις γέρας, ἔς τε γέλωτα καὶ σπουδάν, καί που μέτρον ἐρωτογράφον. ναὶ μὲν δὴ Μελέαγρον ὀμώνυμον Οἰνέος υἱῷ σύμβολα σημαίνει ταῦτα συοκτασίης.

χαῖρε καὶ ἐν φθιμένοισιν, ἐπεὶ καὶ Μοῦσαν Ἔρωτι καὶ Χάριτας σοφίαν εἰς μίαν ἡρμόσαο.?

상위

Greek Anthology, Volume II

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION