호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀτρέμας, ὦ ξένε, βαῖνε:? παρ εὐσεβέσιν γὰρ ὁ πρέσβυς εὕδει, κοιμηθεὶς ὕπνον ὀφειλόμενον, Εὐκράτεω Μελέαγρος, ὁ τὸν γλυκύδακρυν Ἔρωτα καὶ Μούσας ἱλαραῖς συστολίσας Χάρισιν ὃν θεόπαις ἤνδρωσε Τύρος Γαδάρων θ ἱερὰ χθών κῶς δ ἐρατὴ Μερόπων πρέσβυν ἐγηροτρόφει. ἀλλ εἰ μὲν Σύρος ἐσσί, Σαλάμ: εἰ δ οὖν σύ γε Φοῖνιξ, Ναίδιος: : εἰ δ Ἕλλην, Χαῖρε: τὸ δ αὐτὸ φράσον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기