호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τήνδ ὑπὸ δύσβωλον θλίβει χθόνα φωτὸς ἀλιτροῦ ὀστέα μισητῆς τύμβος ὑπὲρ κεφαλῆς, στέρνα τ ἐποκριόεντα, καὶ οὐκ εὐόδμον ὀδόντων πρίονα, καὶ κώλων δούλιον οἰοπέδην, ἄτριχα καὶ κόρσην, Εὐνικίδου ἡμιπύρωτα λείψαν, ἔτι χλωρῆς ἔμπλεα τηκεδόνος.??
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기