- 텍스트

Unknown, Greek Anthology, Volume II, book 7, chapter 387

(작자 미상, Greek Anthology, Volume II, book 7, chapter 387)

Θειονόης ἔκλαιον ἐμῆς μόρον, ἀλλ ἐπὶ παιδὸς ἐλπίσι κουφοτέρας ἔστενον εἰς ὀδύνας.? νῦν δέ με καὶ παιδὸς φθονερὴ γ ἀπενόσφισε Μοῖρα: φεῦ: βρέφος ἐψεύσθην καὶ σὲ τὸ λειπόμενον. Περσεφόνη, τόδε πατρὸς ἐπὶ θρήνοισιν ἄκουσον θὲς βρέφος ἐς κόλπους μητρὸς ἀποιχομένης.?

상위

Greek Anthology, Volume II

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION