호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ᾘόνιον τόδε σῶμα βροτοῦ παντλήμονος ἄθρει σπαρτόν, ἁλιρραγέων ἐκχύμενον σκοπέλων τῇ μὲν ἐρημοκόμης κεῖται καὶ χῆρος ὀδόντων κόρση:? τῇ δὲ χερῶν πενταφυεῖς ὄνυχες, πλευρά τε σαρκολιπῆ, ταρσοὶ δ ἑτέρωθεν ἄμοιροι νεύρων, καὶ κώλων ἔκλυτος ἁρμονίη. οὗτος ὁ πουλυμερὴς εἷς ἦν ποτε. φεῦ μακαριστοί, ὅσσοι ἀπ ὠδίνων οὐκ ἴδον ἠέλιον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기