- 텍스트

Unknown, Greek Anthology, Volume II, book 7, chapter 352

(작자 미상, Greek Anthology, Volume II, book 7, chapter 352)

δεξιτερὴν Αἴδαο θεοῦ χέρα καὶ τὰ κελαινὰ ὄμνυμεν ἀρρήτου δέμνια Περσεφόνης, παρθένοι ὡς ἔτυμον καὶ ὑπὸ χθονί:? πολλὰ δ ὁ πικρὸς αἰσχρὰ καθ ἡμετέρης ἔβλυσε παρθενίης Ἀρχίλοχος: ἐπέων δὲ καλὴν φάτιν οὐκ ἐπὶ καλὰ ἔργα, γυναικεῖον δ ἔτραπεν ἐς πόλεμον. Πιερίδες, τί κόρῃσιν ἔφ ὑβριστῆρας ἰάμβους ἐτράπετ, οὐχ ὁσίῳ φωτὶ χαριζόμεναι·?

상위

Greek Anthology, Volume II

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION