호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Πατέριον λιγύμυθον, ἐπήρατον, ἔλλαχε τύμβος, Μιλτιάδου φίλον υἱᾶ καὶ Ἀττικίης βαρυτλήτου, Κεκροπίης βλάστημα, κλυτὸν γένος Αἰακιδάων, ἔμπλεον Αὐσονίων θεσμῶν σοφίης τ ἀναπάσης, τῶν πισύρων ἀρετῶν ἀμαρύγματα πάντα φέροντα:? ἠίθεον χαρίεντα, τὸν ἡρ´πασε μόρσιμος αἶσα, οἱά῀ τε ἀγλαόμορφον ἀπὸ χθονὸς ἔρνος ἀήτης, εἰκοσικαιτέτρατον βιότου λυκάβαντα περῶντα: λεῖψε φίλοις δὲ τοκεῦσι γόον καὶ πένθος ἄλαστον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기