호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Γρυνέα τὸν πρέσβυν, τὸν ἁλιτρύτου ἀπὸ κύμβης ζῶντα, τὸν ἀγκίστροις καὶ μογέοντα λίνοις, ἐκ δεινοῦ τρηχεῖα Νότου κατέδυσε θάλασσα, ἔβρασε δ ἐς κροκάλην πρώϊον ἠϊόνα, χεῖρας ἀποβρωθέντα.? τίς οὐ νόον ἰχθύσιν εἴποι ἔμμεναι, οἳ μούνας, αἷς ὀλέκοντο, φάγον·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기