호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
λαίλαπα καὶ μανίην ὀλοῆς προφυγόντα θαλάσσης ναυηγόν, Λιβυκαῖς κείμενον ἐν ψαμάθοις, οὐχ ἑκὰς ἠιόνων, πυμάτῳ βεβαρημένον ὕπνῳ, γυμνόν, ἀπὸ στυγερῆς ὡς κάμε ναυφθορίης, ἔκτανε λυγρὸς ἔχις.? τί μάτην πρὸς κύματ ἐμόχθει, τὴν ἐπὶ γῆς φεύγων μοῖραν ὀφειλομένην·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기