호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐδὲ νέκυς, ναυηγὸς ἐπὶ χθόνα Θῆρις ἐλασθεὶς κύμασιν, ἀγρύπνων λήσομαι ἠιόνων.? ἦ γὰρ ἁλιρρήκτοις ὑπὸ δειράσιν, ἀγχόθι πόντου δυσμενέος, ξείνου χερσὶν ἔκυρσα τάφου: αἰεὶ δὲ βρομέοντα καὶ ἐν νεκύεσσι θαλάσσης ὁ τλήμων ἀίω δοῦπον ἀπεχθόμενον μόχθων οὐδ Αἴδης με κατεύνασεν, ἡνίκα μοῦνος οὐδὲ θανὼν λείῃ κέκλιμαι ἡσυχίῃ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기