호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐνθάδε τῆς τρυφερῆς μαλακὸν ῥέθος, ἐνθάδε κεῖται Τρυγόνιον, σαβακῶν ἄνθεμα Σαλμακίδων ᾗ καλύβη καὶ δοῦπος ἐνέπρεπεν, ᾗ φιλοπαίγμων στωμυλίη, Μήτηρ ἣν ἐφίλησε θεῶν ἡ μούνη στέρξασα τὰ Κύπριδος ἡμιγυναίκων ὄργια, καὶ φίλτρων Λαϊ´δος ἁψαμένη.??
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기