호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὴν καὶ ἅμα χρυσῷ καὶ ἁλουργίδι καὶ σὺν Ἔρωτι θρυπτομένην, ἁπαλῆς Κύπριδος ἁβροτέραν Λαϊ´δ ἔχω, πολιῆτιν ἁλιζώνοιο Κορίνθου, Πειρήνης λευκῶν φαιδροτέραν λιβάδων, τὴν θνητὴν Κυθέρειαν, ἐφ ᾗ μνηστῆρες ἀγαυοὶ πλείονες ἢ νύμφης εἵνεκα Τυνδαρίδος, δρεπτόμενοι χάριτάς τε καὶ ὠνητὴν ἀφροδίτην:??
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기