호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸν ταχύπουν, ἔτι παῖδα συναρπασθέντα τεκούσης ἄρτι μ ἀπὸ στέρνων, οὐατόεντα λαγὼν ἐν κόλποις στέργουσα διέτρεφεν ἁ γλυκερόχρως Φανίον, εἰαρινοῖς ἄνθεσι βοσκόμενον.? οὐδέ με μητρὸς ἔτ εἶχε πόθος: θνῄσκω δ ὑπὸ θοίνης ἀπλήστου, πολλῇ δαιτὶ παχυνόμενος. καί μου πρὸς κλισίαις κρύψεν νέκυν, ὡς ἐν ὀνείροις αἰὲν ὁρᾶν κοίτης γειτονέοντα τάφον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기