호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐκέτι που, τλῆμον, σκοπέλων μετανάστρια πέρδιξ, πλεκτὸς λεπταλέαις οἶκος ἔχει σε λύγοις, οὐδ ὑπὸ μαρμαρυγῇ θαλερώπιδος Ἠριγενείης ἄκρα παραιθύσσεις θαλπομένων πτερύγων.? σὴν κεφαλὴν αἴλουρος ἀπέθρισε, τἄλλα δὲ πάντα ἡρ´πασα, καὶ φθονερὴν οὐκ ἐκόρεσσε γένυν. νῦν δέ σε μὴ κούφη κρύπτοι κόνις, ἀλλὰ βαρεῖα, μὴ τὸ τεὸν κείνη λείψανον ἐξερύσῃ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기