호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
δύσδαιμον Κλεάνασσα, σὺ μὲν γάμῳ ἔπλεο, κούρη, ὡρ´ιος, ἀκμαίης οἱᾶ` τ ἐφ ἡλικίης:? ἀλλὰ τεοῖς θαλάμοισι γαμοστόλος οὐχ Ὑμέναιος, οὐδ Ἥρης ζυγίης λαμπάδες ἠντίασαν, πένθιμος ἀλλ Αἴδης ἐπεκώμασεν, ἀμφὶ δ Ἐρινὺς φοίνιος ἐκ στομάτων μόρσιμον ἧκεν ὄπα: ἤματι δ ᾧ νυμφεῖος ἀνήπτετο λαμπάδι παστάς, τούτῳ πυρκαϊῆς, οὐ θαλάμων ἔτυχες.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기