호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἄρτι μὲν ἐν θαλάμοις Νικιππίδος ἡδὺς ἐπήχει λωτός, καὶ γαμικοῖς ὕμνος ἔχαιρε κρότοις:? θρῆνος δ εἰς ὑμέναιον ἐκώμασεν ἡ δὲ τάλαινα, οὔπω πάντα γυνή, καὶ νέκυς ἐβλέπετο. δακρυόεις Αἴδη, τί πόσιν νύμφης διέλυσας, αὐτὸς ἐφ ἁρπαγίμοις τερπόμενος λέχεσιν·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기