호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰπὲ γύναι τίς ἔφυς.? Πρηξώ. τίνος ἔπλεο πατρός · Καλλιτέλευς. πάτρας δ ἐκ τίνος ἐσσί· Σάμου. μνᾶμα δέ σου τίς ἔτευξε· θεόκριτος, ὅς με σύνευνον ἤγετο. πῶς δ ἐδάμης· β. ἄλγεσιν ἐν λοχίοις. εἰν ἔτεσιν τίσιν εὖσα· δὶς ἕνδεκα. παῖδα δὲ λείπεις · νηπίαχον τρισσῶν Καλλιτέλην ἐτέων. ζωῆς τέρμαθ ἵκοιτο μετ ἀνδράσι. καὶ σέο δοίη παντὶ Τύχη βιότῳ τερπνόν, ὁδῖτα, τέλος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기