- 텍스트

Unknown, Greek Anthology, Volume II, book 7, chapter 164

(작자 미상, Greek Anthology, Volume II, book 7, chapter 164)

φράζε, γύναι, γενεήν, ὄνομα, χθόνα.? Καλλιτέλης μὲν ὁ σπείρας, Πρηξὼ δ οὔνομα, γῆ δὲ Σάμος. σῆμα δὲ τίς τόδ ἔχωσε · Θεόκριτος, ὁ πρὶν ἄθικτα ἡμετέρας λύσας ἅμματα παρθενίης. πῶς δ ἔθανες· Λοχίοισιν ἐν ἄλγεσιν: εἰπὲ δὲ ποίην ἦλθες ἐς ἡλικίην. Δισσάκις ἑνδεκέτις. ἦ καὶ ἄπαις· οὐ, ξεῖνε: λέλοιπα γὰρ ἐν νεότητι Καλλιτέλη, τριετῆ παῖδ ἔτι νηπίαχον. ἔλθοι ἐς ὀλβίστην πολιὴν τρίχα. οὔριον ἰθύνοι πάντα Τύχη βίοτον.?

상위

Greek Anthology, Volume II

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION