호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰς Κόροίβον κοινὸν ἐγὼ Μεγαρεῦσι καὶ Ἰναχίδαισιν ἄθυρμα ἵδρυμαι, Ψαμάθης ἔκδικον οὐλομένης:? εἰμὶ δὲ Κὴρ τυμβοῦχος: ὁ δὲ κτείνας με Κόροιβος: κεῖται δ ὧδ ὑπ ἐμοῖς ποσσὶ διὰ τρίποδα: δελφὶς γὰρ φάμα τόδ ἐθέσπισεν, ὄφρα γενοίμαν τᾶς κείνου νύμφας σῆμα καὶ ἱστορίης.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기