호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πικρὴν ἀλλήλοις Ἕκτωρ χάριν ἠδὲ φέρασπις Αἰάς ἐκ πολέμου μνῆμ ἔπορον φιλίης:? Ἕκτωρ γὰρ ζωστῆρα λαβὼν ξίφος ἔμπαλι δῶκε: τὴν δὲ χάριν δώρων πείρασαν ἐν θανάτῳ: τὸ ξίφος εἷλ Αἰάντα μεμηνότα, καὶ πάλι ζωστὴρ εἵλκυσε Πριαμίδην δίφρια συρόμενον. οὕτως ἐξ ἐχθρῶν αὐτοκτόνα πέμπετο δῶρα, ἐν χάριτος προφάσει μοῖραν ἔχοντα μόρου.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기