- 텍스트

Unknown, Greek Anthology, Volume II, book 7, chapter 68

(작자 미상, Greek Anthology, Volume II, book 7, chapter 68)

Αἴ¨δος ὦ νεκυηγέ, κεχαρμένε δάκρυσι πάντων, ὃς βαθὺ πορθμεύεις τοῦτ Ἀχέροντος ὕδωρ, εἰ καί σοι βέβριθεν ὑπ εἰδώλοισι καμόντων ὁλκάς, μὴ προλίπῃς Διογένη με κύνα.? ὄλπην καὶ σκίπωνα φέρω, καὶ διπλόον εἷμα, καὶ πήρην, καὶ σοὶ ναυτιλίης ὀβολόν. καὶ ζωὸς τάδε μοῦνον, ἃ καὶ νέκυς ὧδε κομίζω, εἶχον: ὑπ ἠελίου δ οὔ τι λέλοιπα φάει.?

상위

Greek Anthology, Volume II

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION