호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀνέρα μὴ πέτρῃ τεκμαίρεο.? λιτὸς ὁ τύμβος ὀφθῆναι, μεγάλου δ ὀστέα φωτὸς ἔχει. εἰδήσεις Ἀλκμᾶνα, λύρης ἐλατῆρα Λακαίνης ἔξοχον, ὃν Μουσέων ἐννέ ἀριθμὸς ἔχει: κεῖται δ ἠπείροις διδύμοις ἔρις, εἴθ ὅγε Λυδὸς, εἴτε Λάκων πολλαὶ μητέρες ὑμνοπόλων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기