- 텍스트

Strabo, Geography, Book 14, chapter 5 48:

(스트라본, 지리학, Book 14, chapter 5 48:)

φαίνεται δ οὔτε τοῦ Ἐφόρου τὴν ἀπόφασιν διαιτῶν ἱκανῶς τά τε τοῦ ποιητοῦ ταράττων καὶ καταψευδόμενος.? Ἐφόρου τε γὰρ τοῦτο πρῶτον ἀπαιτεῖν ἐχρῆν, τί δὴ τοὺς Χάλυβας τίθησιν ἐντὸς τῆς χερρονήσου τοσοῦτον ἀφεστῶτας καὶ Σινώπης καὶ Ἀμισοῦ πρὸς ἑώ· οἱ γὰρ λέγοντες τὸν ἰσθμὸν τῆς χερρονήσου ταύτης τὴν ἀπὸ Ἰσσοῦ γραμμὴν ἐπὶ τὸν Εὔξεινον, ὡς ἂν μεσημβρινήν τινα τιθέασι ταύτην, ἣν οἱ μὲν εἶναι νομίζουσι τὴν ἐπὶ Σινώπης οἱ δὲ τὴν ἐπ Ἀμισοῦ, ἐπὶ δὲ τῶν Χαλύβων οὐδείς: λοξὴ γάρ ἐστι τελέως. ὁ γὰρ δὴ διὰ Χαλύβων μεσημβρινὸς διὰ τῆς μικρᾶς Ἀρμενίας γράφοιτ ἂν καὶ τοῦ Εὐφράτου τὴν Καππαδοκίαν ὅλην ἐντὸς ἀπολαμβάνων καὶ τὴν Κομμαγηνὴν καὶ τὸν Ἀμανὸν καὶ τὸν Ἰσσικὸν κόλπον. εἰ δ οὖν καὶ τὴν λοξὴν γραμμὴν ὁρίζειν τὸν ἰσθμὸν συγχωρήσαιμεν, τὰ πλεῖστά γε τούτων καὶ μάλιστα ἡ Καππαδοκία ἐντὸς ἀπολαμβάνοιτ ἂν καὶ ὁ νῦν ἰδίως λεγόμενος Πόντος τῆς Καππαδοκίας μέρος ὢν τὸ πρὸς τῷ Εὐξείνῳ, ὥστ εἰ τοὺς Χάλυβας τῆς χερρονήσου θετέον μέρος, πολὺ μᾶλλον τοὺς Κατάονας καὶ Καππάδοκας ἀμφοτέρους καὶ Λυκάονας δέ, οὓς καὶ αὐτοὺς παρῆκε. διὰ τί δ ἐν τοῖς μεσογαίοις ἔταξε τοὺς Χάλυβας, οὓς ὁ ποιητὴς Ἁλιζῶνας ἐκάλεσεν, ὥσπερ καὶ ἡμεῖς ἀπεδείξαμεν· ἄμεινον γὰρ ἦν διελεῖν καὶ τοὺς μὲν ἐπὶ τῇ θαλάττῃ φάναι τοὺς δὲ ἐν τῇ μεσογαίᾳ: ὅπερ καὶ ἐπὶ τῆς Καππαδοκίας ποιητέον καὶ τῆς Κιλικίας. ὁ δὲ τὴν μὲν οὐδ ὠνόμακε, τοὺς Κίλικας δὲ τοὺς ἐπὶ τῇ θαλάττῃ μόνον εἴρηκεν. οἱ οὖν ἐπ Ἀντιπάτρῳ τῷ Δερβήτῃ καὶ οἱ Ὁμοναδεῖς καὶ ἄλλοι πλείους οἱ συνάπτοντες τοῖς Πισίδαις, οἳ οὐκ ἴσασι θάλατταν ἀνέρες, οὐδέ θ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσι τίνα λάβωσι τάξιν· ἀλλ οὐδὲ Λυδοὺς οὐδὲ Μῄονας εἴρηκεν, εἴτε δύο εἴθ οἱ αὐτοί εἰσι, καὶ εἴτε καθ ἑαυτοὺς εἴτ ἐν ἑτέρῳ γένει περιεχομένους. οὕτω γὰρ ἐπίσημον ἔθνος οὐκ ἀποκρύψαι δυνατόν, ὅ τε μὴ λέγων περὶ αὐτοῦ μηδὲν οὐκ ἂν δόξειε παραλιπεῖν τι τῶν κυριωτάτων·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION