호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔχει δ ἡ πόλις νεώρια καὶ λιμένα κλειστόν:? ὑπέρκειται δὲ τῆς πόλεως ἐν ὕψει φρούριον Ἴμβρος. τῆς δὲ χώρας εὐδαίμονος οὔσης ἡ πόλις τοῦ θέρους ὁμολογεῖται παρὰ πάντων εἶναι δυσάερος καὶ τοῦ μετοπώρου . . . διὰ τὰ καύματα καὶ τὴν ἀφθονίαν τῶν ὡραίων: καὶ δὴ καὶ τὰ τοιαῦτα διηγημάτια θρυλεῖται, ὅτι Στρατόνικος ὁ κιθαριστὴς ἰδὼν ἐπιμελῶς χλωροὺς τοὺς Καυνίους, τοῦτ εἶναι ἔφη τὸ τοῦ ποιητοῦ οἱή περ φύλλων γενεή, τοιήδε καὶ ἀνδρῶν. μεμφομένων δὲ ὡς σκώπτοιτο αὐτῷ ἡ πόλις ὡς νοσερά "ἐγώ" ἔφη "ταύτην θαρρήσαιμ ἂν λέγειν νοσεράν, ὅπου καὶ οἱ νεκροὶ περιπατοῦσιν· ἀπέστησαν δέ ποτε Καύνιοι τῶν Ῥοδίων: κριθέντες δ ἐπὶ τῶν Ῥωμαίων ἀπελήφθησαν πάλιν: καὶ ἔστι λόγος Μόλωνος κατὰ Καυνίων. φασὶ δ αὐτοὺς ὁμογλώττους μὲν εἶναι τοῖς Καρσίν, ἀφῖχθαι δ ἐκ Κρήτης καὶ χρῆσθαι νόμοις ἰδίοις.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기