호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῆσ δὲ Τρωγιλίου πρόκειται νησίον ὁμώνυμον· ἐντεῦθεν δὲ τὸ ἐγγυτάτω δίαρμά ἐστιν ἐπὶ Σούνιον σταδίων χιλίων ἑξακοσίων, κατ’ ἀρχὰσ μὲν Σάμον ἐν δεξιᾷ ἔχοντι καὶ Ἰκαρίαν καὶ Κορσίασ, τοὺσ δὲ Μελαντίουσ σκοπέλουσ ἐξ εὐωνύμων, τὸ λοιπὸν δὲ διὰ μέσων τῶν Κυκλάδων νήσων. καὶ αὐτὴ δ’ ἡ Τρωγίλιοσ ἄκρα πρόπουσ τισ τῆσ Μυκάλησ ἐστί. τῇ Μυκάλῃ δ’ ὄροσ ἄλλο πρόσκειται τῆσ Ἐφεσίασ Πακτύησ· καὶ ἡ Μεσωγὶσ δὲ εἰσ αὐτὴν καταστρέφει.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기